Παρασκευή 24 Ιουνίου 2016

Εἰς τὰ Ἁγια Θεοφάνια. Ἰωάννου Χρυσοστόμου



AgiaTheofania06
Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται·
ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν,  εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος.
Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων·  οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει.
Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος·
Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν·  ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν.
Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως.
Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.
Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι;
Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται.
Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.
Διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖσα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα.
Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμενος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι·
αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.  Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ’ αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες·
Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα;  τί σεαυτὸν συκοφαντεῖς;  σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀνθρώποις ποθητὸς, καὶ θηρίοις φοβερός.
Ἔχεις ἰσχυρότερόν σού τινα; τί ἀδολεσχεῖς;  Οὐκ ἔστι σοῦ ἰσχυρότερος. Σὺ καὶ κατ’ ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης,
σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώθης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται.
Τί τοίνυν συκοφαντεῖς ἑαυτόν;
Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου.  Ὁ δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ Δεσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων·
Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέγετε·  ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται.
Ἐγὼ δι’ ἐκεῖνον, ἐκεῖνος οὐ δι’ ἐμέ·
ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου·
ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς·
ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος·

Αγίου Συμεών του νέου θεολόγου: Ἡ εἰς Χριστόν πίστις ὁ νέος ἐστί παράδεισος. Αγίου Συμεών του Νέου θεολόγου, Βίβλος ηθικών, λόγος ζ’ :



symeon

Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ

Πάλιν μέν οὖν νέας μερίδος ἀρχή καί νέου κόσμου καί μετά τῆς μερίδος φύραμα ξένον, καινόν καί παράδοξον. Τά μέν μέχρι τούτου τύποι καί σκιαί καί αἰνίγματα ταύτης ἦν, αὕτη δέ ἠ ἀλήθεια καί ἡ τοῦ κόσμου παντός  ἀνακαίνισίς τε καί ἀνανέωσις. Ἀλλά γάρ μερίς μέν ἡ ἐκ τοῦ Ἀδάμ γεγονυῖα φθαρτή καί εἰς πολύ πλῆθος λαοῦ φθαρτοῦ καί θνητοῦ γενομένη ὑπό τοῦ κατακλυσμοῦ πᾶσα ἀπώλετο· καί Νῶε μόνος ἐξ αὐτῆς καί οἱ υἱοί αὐτοῦ μερίς πάλιν ἐκ ταύτης ἐναπελείφθησαν, ἀρχή κόσμου δευτέρου. Ἐπεί δέ πάλιν εἰς οὐρανόν ἀνελθεῖν ἐπεχείρουν, κατακλυσμόν δέ μηκέτι ποιήσειν ἐπηγγείλατο ὁ Θεός μηδέ ἀποκτεῖναι πᾶσαν σάρκα ζῶσαν ἐπί τῆς γῆς, αὖθις μερίδα ἔλαβε τόν Ἀβραάμ κατ᾿ ἐκλογήν πίστεως καί πάντας ἄλλους εἰς τόν κόσμον διέσπειρεν. Ἀπό ταύτης οὖν τῆς τοῦ Ἀβραάμ μερίδος μερίδα τοῦ σπέρματος αὐτοῦ, αὐτήν δή τήν πλευράν, ὡς πολλάκις εἶπον, αὐτός ἐκεῖνος ἀνέλαβεν ὁ Θεός καί ᾠκοδόμησεν ἑαυτῷ καί ᾠκοδομήθη εἰς σάρκα δίχα τροπῆς καί ἐγένετο ἄνθρωπος οὐ ψιλός. Οὐδέ γάρ ἀπαρχή τέκνων σαρκικῶν, λαοῦ φθαρτοῦ, καθά καί ὁ Νῶε τηνικαῦτα ἐγένετο, ὡς ἄν, ἐν τῷ πληθυνθῆναι καί ἀπόλλυσθαι μέλλοντος αὐτοῦ, ἄλλην ἀπαρχήν πάλιν εἰς ἑτέρου λαοῦ γένεσιν ὕστερον ἐξ αὐτοῦ λάβῃ, ἀλλά ἀπαρχή ἀθάνατος καί ἀείζωος γέγονε τέκνων πνευματικῶν καί τόν χαρακτῆρα ἀναμορφουμένων αὐτοῦ, καθά φησιν ὁ Ἀπόστολος· «Ἀπαρχή Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ», καί ἑτέρωθι· «μέχρις οὗ μορφωθῇ Χριστός ἐν ἡμῖν». Οἱ μέν γάρ προπάτορες ἅπαντες ἐκεῖνοι θνητοί ὑπῆρχον, ὁ δέ ἐκ τῆς μερίδος τοῦ σπέρματος Ἀβραάμ τήν μερίδα λαβών καί Υἱός τοῦ Θεοῦ καί αὐτοῦ τοῦ Ἀδάμ υἱός γεγονώς, ἀφθαρτός ἐστι καί ἀθάνατος, οὐ γεννῶν σαρκικῶς ἀλλά ἀναπλάτων πνευματικῶς.

Ἡ Θεανθρώπινη ἐξέλιξη (του οσίου πατρός Ιουστίνου Πόποβιτς)



popovits

Ζητᾶς νά σοῦ ἀπαντήσω στό ἐρώτηµα, ἄν µπορεῖ ἡ ἐπιστηµονική ἀντίληψη περί τῆς ἐξελίξεως τοῦ κόσµου καί τοῦ ἀνθρώπου νά συνυπάρξει µέ τήν παραδοσιακή Ὀρθόδοξη αἴσθηση καί γνώση. Ἀκόµη, ρωτᾶς ποιά, τό ποιά εἶναι στήν περίπτωση αὐτή ἡ στάση τῶν Πατέρων καί γιά τόν ἄν ὑπάρχει γενικῶς ἡ ἀνάγκη γιά µία τέτοια συνύπαρξη. Μέ πολλή συντοµία λοιπόν γράφω τά ἑξῆς:
Ἡ ἀνθρωπολογία τῆς Καινῆς Διαθήκης στήκει καί πίπτει ἐπάνω στήν ἀνθρωπολογία τῆς Παλαιᾶς. Ὅλο τό Εὐαγγέλιο τῆς Παλαιᾶς Διαθήκης ὁ ἄνθρωπος εἰκόνα τοῦ Θεοῦ! Ὅλο τό Εὐαγγέλιο τῆς Καινῆς Διαθήκης ὁ Θεάνθρωπος εἰκόνα τοῦ ἀνθρώπου. Ὅ,τι ἐπουράνιο, θεῖο αἰώνιο, ἀθάνατο καί ἀµετάβλητο στόν ἄνθρωπο ἀποτελεῖ µέσα του τήν εἰκόνα τοῦ Θεοῦ, τό θεοειδές τοῦ ἀνθρώπου.
Αὐτό τό θεοειδές στόν ἄνθρωπο κακοποιήθηκε µέ τήν ἐθελούσια ἁµαρτία ἐκείνου, µέ τήν σύµπραξη µέ τόν διάβολο, µέσῳ τῆς ἁµαρτίας καί τοῦ θανάτου ὡς ἀπόρροιας τῆς παραβάσεως. Γι’ αὐτό καί ὁ Θεός ἔγινε ἄνθρωπος, γιά νά ἀνακαινίσει τήν ἐφθαρµένη ἀπό τήν ἁµαρτία εἰκόνα Του. Γι’ αὐτό ἐνηνθρώπησε καί ἔµεινε στόν κόσµο τῶν ἀνθρώπων ὡς Θεάνθρωπος, ὡς Ἐκκλησία, γιά νά προσφέρει στήν εἰκόνα τοῦ Θεοῦ, τόν ἄνθρωπο, ὅλα τά ἀπαραίτητα µέσα, ὥστε αὐτός ὁ παραµορφωµένος θεόµορφος ἄνθρωπος νά µπορέσει µέσα στό Θεανθρώπινο σῶµα τῆς Ἐκκλησίας, µέ τήν βοήθεια τῶν Ἱερῶν Μυστηρίων καί τῶν ἀρετῶν, νά ὡριµάσει «εἰς ἄνδρα τέλειον, εἰς µέτρον ἡλικίας τοῦ πληρώµατος τοῦ Χριστοῦ» (Ἔφ. 4,13). Αὐτή εἶναι ἡ θεανθρώπινη ἀνθρωπολογία. Ὁ σκοπός τοῦ θεοειδοῦς ὄντος πού λέγεται ἄνθρωπος εἶναι ἕνας: νά γίνει σταδιακά τέλειος, ὅπως ὁ Θεός Πατήρ, νά γίνει Θεός κατά χάριν, νά ἐπιτύχει τήν θέωση, τήν θεοποίηση, τήν Χριστοποίηση, τήν Τριαδικοποίηση. Κατά τούς Ἁγίους Πατέρες, «Θεός ἐνηνθρώπησε, ἵνα ὁ ἄνθρωπος Θεός γένηται» (Μέγας Ἀθανάσιος).

Λόγος του Ιωάννου Χρυσοστόμου εις τους κορυφαίους Αποστόλους Πέτρο και Παύλο



petrou kai pavlou

Eἰς τoὺς κoρυφαίους τῶν ἀπoστόλων Πέτρoν καὶ Παῦλoν, καὶ τὸ αὐτῶν μαρτύριον ἐνδοξότατον.
αʹ. Οὐρανoῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀπoστόλων, τῶν μὲν ἐπουρανίων δυνάμεων εὐφημουσῶν ἐντίμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκάλιον, ὡς δι’ αὐτῶν γνωρισθὲν αὐτοῖς τὸ τῆς οἰκονομίας μυστήριον, καθὼς ὁ Παῦλος βοᾷ, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· τῶν δὲ ἐπὶ γῆς ἀνθρώπων ἐκβιαζομένων ἀξίαν εὐφημίαν διὰ τῆς τιμῆς πρὸς τοὺς κορυφαίους δεῖξαι, ὡς δι’ αὐτῶν εἰς σωτηρίαν ἐπανελθόντων. Τί γὰρ Πέτρου μεῖζον; τί δὲ Παύλου ἴσον; οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν· οἱ τῷ πηλῷ τοῦ σώματος συμπεπλεγμένοι, καὶ ἀμείνους ἀγγέλων εὑρεθέντες. Τί οὖν ἐροῦμεν πρὸς τοὺς διδασκάλους τῆς ἄνω καὶ τῆς κάτω κτίσεως; Οὐχ εὑρίσκω γὰρ λόγον ἐπάξιον ἐγκωμιάσαι τοὺς ἐγκωμιάσαντας τὸ γένος ἡμῶν, τοὺς τὴν ἅπασαν γῆν καὶ θάλασσαν περιελθόντας, καὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀνασπάσαντας, καὶ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλόντας ἐν ταῖς καρδίαις τῶν ἀπειθούντων ἀνθρώπων.
Πέτρος ὁ καθηγητὴς τῶν ἀποστόλων, Παῦλος ὁ γνωριστὴς τῆς οἰκουμένης, καὶ τῶν ἄνω δυνάμεων συμμέτοχος· Πέτρος τῶν ἀγνωμόνων Ἰουδαίων ὁ χαλινὸς, Παῦλος τῶν ἐθνῶν ἡ παράκλησις. Καὶ βλέπε μοι τοῦ Δεσπότου τὴν ὑπερέχουσαν σοφίαν. Τὸν γὰρ Πέτρον ἀπὸ ἁλιέων ἐξελέξατο, τὸν δὲ Παῦλον ἀπὸ σκηνοῤῥάφων· καὶ τοῦτο δὲ πρὸς ὠφέλειαν πεποίηκεν· ἐβυθίζετο γὰρ ἡ δόξα τῶν Ἰουδαίων. Διὰ τοῦτο τούτῳ τῷ ἁλιεῖ ἐνεπίστευσεν ὁ Κύριος, φήσας πρὸς αὐτόν· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρας, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα Θάλασσαν λέγων, τὴν ἄστατον τῶν ἀνόμων Ἰουδαίων γνώμην· ἄγκιστρον, τὸν ἔντεχνον λόγον τῆς διδασκαλίας· ἰχθὺς, τὸν νόμον σημαίνει. Τὸ δὲ ἀνοῖξαι τὸ στόμα αὐτοῦ, τὸ ἑρμηνεύειν αὐτὸν λέγει· τὸ δὲ εὑρεῖν ἐν αὐτῷ στατῆρα, τὸ πνευματικῶς αὐτὸν ἀνακρίνειν σημαίνει. Τῷ δὲ Παύλῳ ὡς σκηνοῤῥάφῳ τὰ ἔθνη ἐνεχείρισεν, ἵνα ἐνδύσῃ διὰ νόμου καὶ τῆς χάριτος γυμνοὺς, τὸ κόκκινον ἔνδυμα, τὸ ἐξ ὕδατος καὶ αἵματος Δεσποτικοῦ βαφέν. Οὕτως αὐτῷ ὁ Δεσπότης βοῶν, Ἄπελθε, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ὢ μακαρία δυὰς ἡ πιστευθεῖσα ὅλου τοῦ κόσμου τὰς ψυχάς! Πέτρος ἡ ἀρχὴ τῆς ὀρθοδοξίας, ὁ μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ Δεσπότου ἀπόστολος. Παῦλος ὁ μέγας τῆς ἀληθείας κήρυξ, τὸ καύχημα τῆς οἰκουμένης, ὁ ἐν οὐρανοῖς ἄνθρωπος, καὶ ἐπὶ γῆς ἄγγελος, ἡ δόξα τῆς Ἐκκλησίας, ὁ ἐν ὑψηλοῖς πετόμενος ἀετὸς, ἡ λύρα τοῦ Πνεύματος, ἡ χελιδὼν καὶ τέττιξ, τὸ ὄργανον τὸ Δεσποτικὸν, ὁ γρήγορος τοῦ Χριστοῦ ὑπηρέτης. Παῦλος καὶ Πέτρος, οἱ ζευκτοὶ βόες τῆς Ἐκκλησίας, οἱ καλὴν πραγματείαν τῇ οἰκουμένῃ ἐμπορευσάμενοι, οἱ τὸν σταυρὸν ἀντὶ ζυγοῦ ἄραντες, ἀντὶ δὲ ἐπιβάτου τὸν Σωτῆρα, ἀντὶ δὲ ζευγλῶν τὰς Γραφῶν διαθήκας, ἀντὶ δὲ κέντρου τὴν χάριν τοῦ ἁγίου Πνεύματος. Παῦλος καὶ Πέτρος, οἱ τὴν Ἐκκλησίαν καθ’ ἡμέραν φαιδρύνοντες, τὰ ταμιεῖα τὰ Δεσποτικὰ, τὰ πανδοχεῖα τῆς οἰκουμένης, τὰ δοχεῖα τοῦ Πνεύματος, τῆς ἁγίας Τριάδος τὰ ἑρμηνευτήρια, τῆς οἰκονομίας τοῦ θείου λόγου οἱ ὑφηγηταί. Πέτρος, ὁ ἐμὸς πνευματικὸς ἔρως· Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ἡ ἐμὴ βακτηρία. Πέτρος, ὁ ναὸς τοῦ Θεοῦ· Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ τρίπηχυς ἄνθρωπος, καὶ τῶν οὐρανῶν ἁπτόμενος· ὁ ἐν τόπῳ περιγραφόμενος, καὶ τὸν κόσμον ἅπαντα τῷ Δεσπότῃ περιγράφων· ὁ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκὼς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς Δεσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

ΟΓΟΣ ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΕΙΣ ΤΟΝ ΕΝΔΟΞΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΟΣΜΑ ΤΟΝ ΑΙΤΩΛΟΝ


Κατά το αψοθ (1779) έτος, Αυγούστου κδ’ Εμαρτύρησεν εν τη Άλβανία ο Άγιος Ιερομάρτυς και Ισαπόστολος Κοσμάςkosmas2
Εύκοσμος ώφθης κόσμος, ώ Κοσμά μάκαρ.
κόσμου λόγοις σοις, αίμασι τ’ άγλαίσας.
Αυτός ο τη αληθεία άνθρωπος του Θεού, διδάσκαλος και κήρυξ του θείου Ευαγγελίου Κοσμάς, ήταν από την Αιτωλίαν, από ένα μικρόν χωρίον ονομαζόμενον Μέγα Δένδρον• γονέων ευσεβών υιός, παρά των οποίων ανατραφείς και παιδευθείς εν παιδεία και νουθεσία Κυρίου, κατά τον Απόστολον, όταν ήτον χρόνων είκοσιν, ίσως και επέκεινα, άρχισε να διδάσκεται τα γραμματικά υποκάτω εις τον ιεροδιάκονον Ανανίαν τον καλούμενον Δερβισάνον. Επειδή δε κατά τους χρόνους εκείνους άρχισε με φήμην μεγάλην και το σχολείον του Βατοπεδίου εις το Άγιον Όρος, μετέβη εις εκείνο με άλλους έδικούς του συμμαθητάς ουκ ολίγους. Εκεί ετελείωσε τα γραμματικά υποκάτω εις τον διδάσκαλον Παναγιώτην Παλαμάν• μετά δε ταύτα παρέλαβε και την Λογικήν από τον διδάσκαλον Νικόλαον Τζαρτζούλιον τον εκ Μετζόβου, όστις εκεί εσχολάρχησε μετά τον σοφώτατον Ευγένιον. Ήταν δε ακόμα λαϊκός Κώνστας καλούμενος, πλήν και εις το σχήμα όντας των λαϊκών εφαίνετο εστολισμένος με την σεμνότητα του μοναδικού σχήματος και κατά πάντα ηγωνίζετο και τον εαυτόν του εγύμναζε πρός τελείαν άσκησιν• επειδή δε πάλιν η περίφημος εκείνη σχολή, αναχωρησάντων των διδασκάλων, ερημώθη και κατήντησε να γένη ως το απ’ αρχής, τότε δή ο καλός Κώνστας αναχωρήσας εκείθεν επήγεν εις την ιεράν μονήν του Φιλοθέου, και εκεί πρώτον μεν εκουρεύθη μοναχός και εις τους πόνους της μοναδικής ζωής εχώρησε προθυμότατα.
Μετά τούτο, της Μονής χρείας εχούσης εφημερίου, προτροπή σφοδροτέρα και δεήσει των πατέρων, χειροτονείται και Ιερομόναχος είχε δε πόθον πολύν ο μακάριος εις την καρδίαν του, εξ αρχής έτι κοσμικός όντας, διά να ωφελήση και τους αδελφούς του Χριστιανούς από εκείνα οπού έμαθε. και πολλάκις έλεγε πως οι αδελφοί μας Χριστιανοί έχουν μεγάλην χρείαν από λόγον Θεού, και ότι χρέος έχουν εκείνοι οπού σπουδάζουν να μη τρέχουν εις αρχοντικά και αυλάς μεγάλων και να ματαιώνουν την σπουδήν τους, διά να αποκτήσουν πλούτον και αξιώματα, αλλά να διδάσκουν μάλιστα τον κοινόν λαόν, οπού ζουν με πολλήν απαιδευσίαν και βαρβαρότητα, διά να αποκτήσουν μισθόν και δόξαν αμάραντον.

Από τη διδασκαλία του μεγάλου οσίου Γέροντα της Όπτινα, στάρετς Βαρσανούφιου


varsanoufios

Από τη διδασκαλία του μεγάλου οσίου Γέροντα της Όπτινα, στάρετς Βαρσανούφιου

Ερανίσματα από τη διδασκαλία του μεγάλου οσίου Γέροντα της Όπτινα, στάρετς Βαρσανούφιου (1845 – 1913)
Επιμέλεια: Μιχαήλ Χούλη, Θεολόγου
ΑΠΟ ΤΟ ΒΙΒΛΙΟ ΤΟΥ ΟΣΙΟΥ ΣΤΑΡΕΤΣ ΝΙΚΩΝΟΣ ΜΠΕΛΙΑΕΦ (+1931), «ΡΗΜΑΤΑ ΖΩΗΣ» (Το ημερολόγιό του), ΕΚΔΟΣΗ Ι. ΜΗΤΡΟΠΟΛΕΩΣ ΝΙΚΟΠΟΛΕΩΣ, ΠΡΕΒΕΖΑ 2006
Πολύ μεγάλη μορφή αγιότητας στην Όπτινα, ο στάρετς (πνευματικός πατέρας) Βαρσανούφιος, γεννήθηκε το 1845 στο Όρενμπουργκ της Ρωσίας (στα σύνορα με το Καζακστάν). Κοσμικά ονομαζόταν Παύλος Ιβάνοβιτς Πλεχάνωφ. Υπήρξε αξιωματικός του Ρωσικού στρατού, κατείχε ευρεία μόρφωση και έφτασε μέχρι το βαθμό του συνταγματάρχη. Αναζητητής της γνώσης και του νοήματος της ζωής, ασχολήθηκε με τη φιλοσοφία, τη μουσική και τη λογοτεχνία. Συναντήθηκε και με τον άγιο Ιωάννη της Κρονστάνδης, που τον ασπάστηκε κατά τη διάρκεια μάλιστα της Θείας Λειτουργίας, προμηνύοντας το μέλλον του. Κάποτε ασθένησε βαριά από πνευμονία, αλλά η Χάρη του Θεού, ως γλυκύτατη ευφροσύνη, τον επισκέφτηκε στο νοσοκομείο, και άκουσε φωνή εξ ύψους να του λέει: ‘Πήγαινε στο μοναστήρι της Όπτινα’.
Πράγματι, ο Παύλος ακολούθησε την θεία εντολή και, μετά από μια σειρά μεγάλων δυσκολιών (του προτείνανε θέση στρατηγού, του βρήκανε σύζυγο για να μείνει κοσμικός κ.α.), κατέληξε στην Όπτινα, εκάρη εκεί μοναχός, χειροτονήθηκε στη συνέχεια ιερέας με το όνομα Βαρσανούφιος, και ανάπαυσε και καθοδήγησε πολλούς πιστούς και προσκυνητές κάτω από το πετραχήλι του, καθοδηγούμενος και ο ίδιος στα στάδια της μοναχικής υπακοής και της πνευματικής ζωής από τον στάρετς Νεκτάριο. Μετά το τέλος του ρωσοϊαπωνικού πολέμου, ανέλαβε ηγούμενος της φημισμένης σκήτης διαδεχόμενος τον στάρετς Ιωσήφ.
Μεγάλος ασκητής ο ίδιος, με στερεή πίστη και υψηλή ταπείνωση, διέθετε άνωθεν το χάρισμα της προορατικότητας, με το οποίο βοήθησε πάρα πολλούς χριστιανούς. Προς το τέλος της ζωής του κατηγορήθηκε άδικα από κάποιους μοναχούς, εξορίστηκε από την Όπτινα και διορίστηκε ηγούμενος το 1912 σε μακρινό μοναστήρι στο Γκολούτβιν. Υπάκουσε, και αφέθηκε στην πρόνοια του Υψίστου. Ένα ακριβώς χρόνο μετά, την 1η Απριλίου του 1913, τον κάλεσε ο Θεός στην επουράνια ζωή των δικαίων, αφού εν τω μεταξύ υπέφερε από επώδυνη ασθένεια. Σεβόμενοι την επιθυμία του, οι αδελφοί μοναχοί τον ενταφίασαν στην Όπτινα, ενώ η Ιερά Σύνοδος της Ρωσικής Εκκλησίας τον κατέταξε και αναγνώρισε επίσημα ως άγιο.
ΕΙΠΕ Ο ΓΕΡΟΝΤΑΣ:
Κάθε άνθρωπος στη ζωή του πρέπει να περάσει μια περίοδο θλίψεων, δοκιμασιών και πολέμου. Βαριά, οδυνηρή η κατάσταση αυτή…. Γι’ αυτήν ομιλεί ο ψαλμός: «Ωδίνες ως τικτούσης» (Ψλμ. 47,5), και «εξήγαγέ με εις πλατυσμόν» (Ψλμ. 17,19). Όταν πλησιάζει για τη γυναίκα η ώρα να γεννήσει, δοκιμάζει φρικτούς πόνους. Μετά, όταν γεννήσει, δοκιμάζει μεγάλη χαρά, γιατί έφερε ένα καινούριο άνθρωπο στον κόσμο (Ιω. 16,21). Κατά τον ίδιο τρόπο, κάθε άνθρωπος όταν γεννιέται πνευματικά στην καινή ζωή, δοκιμάζει πόνο. Μα σιγά σιγά πηγαίνει «εις πλατυσμόν» (σε άνεση και αναψυχή)….. Όταν πήγαινα στο σχολείο, με έστελναν στο σιδηρουργείο για να μάθω πώς φτιάχνουν πέταλα για άλογα. Κάποια φορά παρατήρησα πώς ο σιδεράς έφτιαχνε ένα κομμάτι καραμπίνας. Το μέταλλο το ζέσταινε και το κατεργαζόταν σε συγκεκριμένη θερμοκρασία ώστε, μετά, στη χρήση, να μη χαλάει…. Μόνο έτσι, με την (χριστιανική) υπομονή θα εξέλθεις «εις τον πλατυσμόν» της αγάπης και της ελευθερίας από τα πάθη.

Παρασκευή 3 Ιουνίου 2016

Παιδαγωγικοί λόγοι του π. Πορφυρίου β΄π. Κωνσταντίνος Στρατηγόπουλος


Χωρίς μετάνοια, δεν έχουμε διεύρυνση χώρου και χρόνου π. Κωνσταντίνος Στρατηγόπουλος



https://www.youtube.com/watch?v=29WYNOdPxNA
†. 01. Πε 08-07-2010,
Η διεύρυνση του χώρου και του χρόνου μας, δεν θ’αλλάξει τίποτε πάνω μας, εάν δεν μετανοήσουμε κι αν δεν έχουμε αγιασμένη ζωή. -Το έργο της Εκκλησίας δεν προσμετράται. -Παραμένουμε σε μια συνεχή μαθητεία σ’αυτή και πέρα απ’αυτήν την ζωή, πορευόμενοι από δόξαν εις δόξαν. -Αν ο λόγος μας δεν είναι αναπαυτικός και αν είναι για να καταξιωθεί ο εγωισμός μας, καλύτερα να μην μιλάμε. -Αν η ενορία είναι ζωντανή δεν μπορεί να υπάρχει συνενορίτης που να πεινάει. -Δεν έχουμε ένα σύστημα σκέψεως και κάποια ιδεολογία. Εμείς εμπιστευόμασθε ότι μας λέει ο Χριστός μέσα από την Εκκλησία.
http://www.floga.gr/02/02/2010/01_201

Aνακοίνωση για τον π.Κωνσταντίνο Στρατηγόπουλο…

 σχόλιο Ρωμαίικος : Βοήθησε πολλούς να συναντήσουν το Φως. Τώρα ήρθε η σειρά μας να βοηθήσουμε με τις προσευχές μας...